Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.225 Joseph. AJ 16.230 (English) >>Joseph. AJ 16.236

16.228μεταπείθεται δὲ ὑπὸ τοῦ Φερώρα τόν τε νεανίσκον οὐκ εὔνουν ἔσεσθαι λέγοντος διὰ τὴν ἀπώλειαν τοῦ πατρὸς καὶ δικαιότερον εἶναι λαβεῖν τὸν αὐτοῦ παῖδα τῆς τετραρχίας ὄντα διάδοχον. οὕτω δὲ συγγνώμην ᾐτεῖτο καὶ μὴ πείσας οὕτως. ἐκείνη μὲν οὖν ἀντιμετατεθείσης τῆς ἐγγύης ἐγαμεῖτο τῷ Φερώρα μειρακίῳ φερνὴν ἐπιδόντος ἑκατὸν τάλαντα τοῦ βασιλέως. 16.229

Οὐκ ἀνεῖτο δὲ τὰ κατὰ τὴν οἰκίαν ἀεὶ καὶ μείζους τὰς ταραχὰς λαμβάνοντα, καὶ συμπίπτει τι τοιοῦτον ἐξ αἰτίας μὲν οὐκ εὐπρεποῦς, χωρῆσαν δὲ πρόσω κατὰ δυσχέρειαν· 16.230ἦσαν εὐνοῦχοι τῷ βασιλεῖ διὰ κάλλος οὐ μετρίως ἐσπουδασμένοι. τούτων μὲν οἰνοχοεῖν, δὲ δεῖπνον προσφέρειν, δὲ κατακοιμίζειν βασιλέα πεπίστευτο καὶ τὰ μέγιστα τῶν ἐν ταῖς ἀρχαῖς. 16.231καί τις ἀγγέλλει τῷ βασιλεῖ διαφθαρῆναι τούτους ὑπὸ Ἀλεξάνδρου τοῦ παιδὸς ἐπὶ πολλοῖς χρήμασιν. ἀνακρίναντι δὲ περὶ μὲν τῆς γεγενημένης πρὸς αὐτὸν κοινωνίας καὶ μίξεως ὡμολόγουν, ἄλλο δὲ οὐδὲν δυσχερὲς εἰς τὸν πατέρα συνειδέναι. 16.232βασανιζόμενοι δὲ μᾶλλον κἀν ταῖς ἀνάγκαις ὄντες ἐπιτεινόντων ἀεὶ τῶν ὑπηρετῶν καὶ χαριζομένων τῷ Ἀντιπάτρῳ τὸ τοιοῦτον, ἔλεγον ὡς εἴη δυσμένεια πρὸς τὸν πατέρα καὶ μῖσος ἔμφυτον Ἀλεξάνδρῳ. 16.233παραινοίη δʼ αὐτοῖς Ἡρώδην μὲν ἀπεγνωκέναι περιττὸν ἤδη τετυχηκότα καὶ τῷ γήρᾳ παρακάλυμμα τοῦ χρόνου ποιούμενον, μελαίνοντα τὰς τρίχας καὶ κλέπτοντα τὸν ἔλεγχον τῆς ἡλικίας· εἰ δʼ αὐτῷ προσέχοιεν τὸν νοῦν, περιγενομένης τῆς βασιλείας, ἣν καὶ μὴ βουλομένου τοῦ πατρὸς οὐκ ἄλλου τινὸς εἶναι, ταχὺ τὸν πρῶτον ἕξειν ἐν αὐτῇ τόπον·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.225 Joseph. AJ 16.230 (English) >>Joseph. AJ 16.236

Powered by PhiloLogic